_____________
__Yπεύθυνος σελίδας: Παναγιώτης Αντ. Ανδριόπουλος

10/21/2014

ΓΙΑ ΤΟΝ ΑΔΡΙΑΝΟΥΠΟΛΕΩΣ ΑΜΦΙΛΟΧΙΟ


ΑΜΦΙΛΟΧΙῼ  ΧΕΙΡΟΤΟΝΗΘΕΝΤΙ  ΕΠΙΣΚΟΠῼ1 
τοῦ Κων/νου Δ. Μενιδιάτη, 
Δ/ρος Χημείας τοῦ Παν. Ἀθηνῶν 
Τὸ θέρος παρῆλθεν καὶ ἰδοὺ ὁ χειμὼν ὁ δριμὺς καὶ χιονώδης ὅσων οὕπω ἀφικνεῖται καί, ὦ καινὸν καὶ παράδοξον, σήμερον ἔαρ μυρίζει, πάλιν ἡ λυγηρὰ τῆς ἀηδόνος φωνὴ τοῦ ᾄσματος ἀπάρχεται, πάλιν ἡ δρόσος τοῦ Ἀερμὼν πνέει, πάλιν ἡ τῶν ἀνθέων συναγωγὴ θάλλει... Τῆς φύσεως οἱ ὅροι ἀνεστράφησαν, τὸ ψύχος ἀπέρχεται καὶ νῦν καιρὸς εὔκρατος εἰς διαδοχὴν προφθάνει. Σήμερον, ἡμέρα λαμπρὰ καὶ ἑορτάσιμος, κλητὴ καὶ ἐξαίρετος∙νῦν καιρὸς πανηγύρεως φαιδρᾶς καὶ φωτοειδοῦς... Σήμερον, αἱ τῶν μοναζόντων ἀγγελοειδεῖς χορεῖαι ἀγάλλονται καὶ τῶν πιστῶν τὰ πλήθη εὐφραίνονται... Σήμερον, ἡ τῶν Μεγαρέων Πόλις λαμπροφορεῖ καὶ τὸ ἱερὸν τῆς Παρθενομάρτυρος Παρασκευῆς Σεμνεῖον καταφαιδρύνεται...
Σήμερον, ἡ τιμία τοῦ Φαναρίου Σύνοδος λαμπρύνεται καὶ τῆς Μεγάλης Ἐκκλησίας ὁ Στέφανος λίθῳ τιμιωτάτῳ καὶ ἐξαστράπτοντι περικοσμεῖται... Σήμερον, ἡ τοῦ Πνεύματος φωνὴ ἐβρόντησεν καὶ ἐπὶ τὸν ἐκλεκτὸν Αὐτοῦ ηὐδόκησεν!!!
Ἐξελέξατό Σε ὁ Θεὸς Σαβαὼθ καὶ ἦρέ Σε ἐκ τοῦ Μοναχικοῦ σκάμματος καὶ ἐφύτευσέ Σε ἐν τῷ ἀμπελῶνι τῆς Διακονίας. Ἐργάτης Σὺ καὶ θεριστὴς πρῶτος καὶ Ἐπίσκοπος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, περιεζωσμένος τὸ λέντιον καὶ αἴρων ἐπὶ τῶν ὤμων Σου τὸν Σταυρὸν τοῦ Κυρίου. Ἐπέβλεψεν ὁ Θεὸς ἐπὶ τὴν ταπείνωσίν Σου, καὶ ἐπὶ τοῖς ἀγῶσι Σου, καὶ ἐπὶ τοῖς χαρίσμασί Σου καὶ ἐπὶ τοῖς ταλάντοις Σου, καὶ ἐπὶ τὸ ἀρχοντικὸν καὶ εὐγενὲς τοῦ χαρακτῆρος Σου καὶ ἐπὶ τὴν ἀγχίνοιαν τῆς διανοίας Σου, καὶ ἐπὶ τὴν ζέουσαν, ἐκ τῆς πίστεως, ἀγαπῶσαν καρδίαν Σου καὶ ἔθηκέ Σε ἐπὶ Θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἐπὶ τοῦ Θρόνου τῆς περιφανοῦς καὶ διατεθρυλλημένης Μητροπόλεως Ἀδριανουπόλεως.


Ἔλαχέ Σοι Μητρόπολις οὐχ ἡ τυχοῦσα καὶ ἄσημος, ἀλλ’ ἐκ τοῦ Συνταγματίου τοῦ Πρώτου τῆς Οἰκουμένης Θρόνου, τοῦ τηλαυγεστάτου καὶ φωτοφόρου Φαναρίου, «τῆς ἁγίας ἀφερεοίκου καὶ πλανησιέδρου διὰ χρόνους πολλοὺς Ἐκκλησίας τῶν τοῦ Χριστοῦ καὶ δι’ Αὐτὸν καὶ σὺν Αὐτῷ πενήτων»2. Ὁ τῆς Οἰκουμένης Ἀρχιποιμὴν καὶ Μέγας Ἱεροθύτης ὁ κοινὸς ἡμῶν Δεσπότης καὶ Πατριάρχης, ἐν τῇ πατρικῇ Αὐτοῦ καρδίᾳ, συνέλαβεν τὰς λεπτὰς τοῦ Πνεύματος ἐπιπνοίας καί, διὰ λόγων καὶ τρόπων καὶ ἔργων, ἐτεχνούργησεν καὶ εἰς πέρας αἴσιον καὶ ἔκβασιν ἐπιτυχῆ τὸ τῆς Ἐκλογῆς Σου, ἀνέλπιστον παρ’ ἀνθρώποις, ἔφερεν.
Ἐμάνησαν οἱ ὑπεναντίοι, ἐκίνουν τὰς κεφαλὰς αὐτῶν οἱ παραπορευόμενοι, ἀλλὰ ζῆ Κύριος ὁ Θεός!!! Ἧξεν ἡ βοήθεια ἐκ τῶν ὀρέων τῆς Βασιλευούσης καὶ Ἑπταλόφου. Χεῖρ στιβαρὰ καὶ βραχίων Πατριαρχικὸς ἀνέλαβεν τοὺς οἴακας καὶ ὡς καπνὸν καὶ κηρίον τηκόμενον ἀπὸ προσώπου πυρός, τὰς μηχανὰς τῶν ἀντικειμένων διέλυσεν. ΒΑΡΘΟΛΟΜΑΙΟΥ τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου πολλὰ τὰ ἔτη καὶ ἡ εὐγνωμοσύνη τῆς καρδίας ἡμῶν αἰωνία καὶ ἀνεξάλειπτος!!! Ὅθεν ἀναβοῶμεν στεντορείᾳ τῆ φωνῇ: «Εὐλογητὸς ὁ Θεὸς ὁ τοὺς καθ' ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῇς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι' ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας καὶ ἀγαγών (Σε ᾧδε).»3.


Ζωγρηθείς, οὖν, διὰ τοῦ ἀμφιβλήστρου τοῦ παναγίου Πνεύματος εἰσέρχεσαι ἀξίως καὶ πρεπόντως καὶ δικαίως εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὴν πληρότητα τῆς ἀρχιερατικῆς Χάριτος. Τεῖνον τὴν χεῖραν σου καὶ λάβε τὸν κάλαμον καὶ γράψον σελίδας λαμπρὰς ἐν τῇ Ἐκκλησία ἁπάσῃ καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ ἀρχιεράτευε. Δαψιλεστάτη ἡ χάρις, ἀλλὰ βαρεία ἡ εὐθύνη καὶ ἔμπονος ἡ διακονία, ὅμως «εἰ μὲν γὰρ αὐτὸς ᾖς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλὰ φορητὸν παντελῶς. Εἰ δὲ Κύριος ὁ συνδιαφέρων, “Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει”. Μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένηςσοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον».
Προπορεύονται Σοι ἡ Κυρία Θεοτόκος ἡ Γοργοεπήκοος καὶ Πρόδρομος ὁ Βαπτιστὴς καὶ Παρασκευὴ ἡ Μεγαλομάρτυς καὶ τῶν Μεγάρων οἱ δεκάριθμοι Ἀθλοφόροι καὶ Γέρων Δαμασκηνὸς ὁ πάνυ καὶ ἀναμένουσί Εὐστάθιος ὁ Μεγαλομάρτυς καὶ πολιοῦχος∙Ἰωάννης, Μιχαήλ, Λουκᾶς, Γεώργιος, Δημήτριος καὶ Μαυρουδῆς οἱ νέαθλοι Μάρτυρες∙Ἀθανάσιος, Ἀντώνιος καὶ Νικόλαος, οἱ ὅσιοι κτήτορες τῆς τοῦ Βατοπεδίου Μονῆς οἱ ἐξ Ἀδριανουπόλεως καταγόμενοι∙Λούκιος, Μανουήλ, Δωρόθεος, Φίλιππος καὶ Νικόλαος οἱ ἅγιοι προκάτοχοί σου∙ οἱ ἐν ἁγίοις Οἰκουμενικοὶ Πατριάρχαι Ἀθανάσιος ὁ Α’ ὁ τῆς Ἀδριανουπόλεως γόνος καὶ Κύριλλος ὁ Στ’ ὁ ἀπὸ Ἰκονίου καὶ Ἀδριανουπόλεως, ἀρωγοὶ ἐν τῷ θερισμῷ καὶ συγκυρηναῖοι ἐν τῇ ὁδῷ τῆς Ἐπισκοπικῆς μαρτυρίας!!!


Τήρησον, διὰ παντός, ἐν τῇ καρδίᾳ σου τὸ ψαλμικόν: «διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς»5. Μὴ δειλιάσῃς, μὴ ὑπαναχωρήσῃς, μὴ φυγομαχήσῃς «ὑπόμεινον τὸν Κύριον∙ ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον»6 καὶ ἡμεῖς ἀείποτε ἐσόμεθα ἀφοσιωμένοι καὶ προσευχόμενοι ὑπέρ Σου διὰ παντός.
«Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί Σου τὴν εὐλάβειαν. Ἐῤῥώμενος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης∙ εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης»7.
Εἰς πολλὰ ἔτη Δέσποτα!!! ΑΞΙΟΣ!!!
_______________________________________________
1. Τίτλος ἐρανισθεὶς ἐκ τῆς ὁμοτίτλου ΡΞΑ’ Ἐπιστολῆς Βασιλείου τοῦ Μεγάλου πρὸς τὸν Ἀμφιλόχιον Ἐπίσκοπον Ἰκονίου,PG 32, 630-632. 
2. ΦΑΝΑΡΙ-400 ΧΡΟΝΙΑ, Ἐπιμ. Ἐκδ. Ἀρχιμ. Ἀμφιλόχιος Στεργίου, ΕΚΔΟΣΙΣ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ, 2001, Ἐκ τοῦ Προλογικοῦ Σημειώματος τοῦ Ἐπιμελητοῦ τῆς Ἐκδόσεως. 
3. πρβλ.Βασιλείου τοῦ Μεγάλου, ἔνθ. ἀν. 
4. πρβλ.Βασιλείου τοῦ Μεγάλου, ἔνθ. ἀν. 
5. Ψαλμ. ιστ’, 4. 
6. Ψαλμ. κστ’, 14. 
7. πρβλ. Βασιλείου τοῦ Μεγάλου, ἔνθ. ἀν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts with Thumbnails