_____________
__Yπεύθυνος σελίδας: Παναγιώτης Αντ. Ανδριόπουλος

3/29/2010

ΤΗΛΕΓΡΑΦΗΜΑ ΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΠΡΟΣ ΤΟΝ ΜΟΣΧΑΣ ΚΥΡΙΛΛΟ ΓΙΑ ΤΙΣ ΒΟΜΒΙΣΤΙΚΕΣ ΕΠΙΘΕΣΕΙΣ

φωτό: Ν. Μαγγίνας

ΟΙΚΟΥΜΕΝΙΚΟΝ ΠΑΤΡΙΑΡΧΕΙΟΝ

Μακαριώτατον
Πατριάρχην Μόσχας καί πάσης Ρωσσίας
κύριον Κύριλλον,
Εἰς Μόσχαν.

Σήμερον τήν πρωΐαν μετ᾿ ὀδύνης ἐπληροφορήθημεν ἐκ τῶν Μέσων Γενικῆς Ἐνημερώσεως περί τῶν ἀλλεπαλλήλων ἐκρήξεων ἐν Μόσχᾳ, αἵτινες προὐκάλεσαν τήν ἀπώλειαν τῆς ζωῆς πολλῶν συνανθρώπων ἡμῶν.
Ὅθεν, σπεύδομεν ὅπως ἐκφράσωμεν τῇ Ὑμετέρᾳ φίλῃ Μακαριότητι τήν εἰλικρινῆ συμπάθειαν τῆς Μητρός Ἐκκλησίας καί τῆς ἡμετέρας Μετριότητος προσωπικῶς ὁμοῦ μετά τῆς διαβεβαιώσεως περί τῶν προσευχῶν ἡμῶν ὑπέρ ἀναπαύσεως τῶν ψυχῶν τῶν θυμάτων, παρηγορίας τῶν οἰκείων αὐτῶν καί διαφυλάξεως τῶν κατοίκων τῆς πόλεως καί τῆς Χώρας Ὑμῶν, ἐν τῷ μέλλοντι ἀπό πάσης παρομοίας ἐπιβουλῆς καί ἐνεργείας.
Προσεπευχόμενοι μεθ᾿ Ὑμῶν, περισπούδαστε ἀδελφέ, ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου δεόμεθα τοῦ πρός τό ἑκούσιον Πάθος πορευομένου Κυρίου ἡμῶν ὅπως χαρίσηται πᾶσιν ὑμῖν εἰρηνικόν Ἅγιον Πάσχα.
Τῆς Ὑμετέρας Μακαριότητος
ἀγαπητός ἐν Χριστῷ ἀδελφός καί συλλειτουργός
ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts with Thumbnails