φωτό: Νίκος Μαγγίνας |
ΕΠΙ Τῌ ΕΠΕΤΕΙῼ ΤΗΣ ΠΑΤΡΙΑΡΧΙΚΗΣ ΕΚΛΟΓΗΣ
τοῦ Κων/νου Δ. Μενιδιάτη,
Δρος Χημείας τοῦ ΕΚΠΑ.
Φοιτητοῦ Θεολογίας τοῦ ΕΚΠΑ
Β ύζαντος Πόλεως τὰς ἀρχαίας καὶ προγονικὰς ἑστίας,
Α είποτε φυλάσσων, Πάτερ Παναγιώτατε,
Ρ είρθοις ζωηρρύτοις τὴν περίγειον ἅπασαν καταρδεύεις.
Θ είας ἐπισκοπῆς καὶ βωμῶν πατρῴων ὁ ἀκοίμητος φύλαξ,
Ο λην Οἰκουμένην εἰς νομὰς Κυρίου νημερτῶς ὁδηγεῖς.
Λ ύμην τῶν σχισμάτων ἀποσκορακίζων διηνεκῶς,
Ο μβρους θείους καὶ καθαρτικοὺς πέμπεις ἐκ Φαναρίου,
Μ υσαρὰς φωνὰς καὶ τὰς τῶν βεβήλων οἰμωγάς,
Α οράτων ἐχθρῶν καὶ ἀντικειμένων ὁρατῶν βέλη πεπυρωμένα
Ι δίαις στιβαραῖς ὠλέναις ἀποδιώκεις θαρσαλέως.
Ο λον ἀρούρης τὸ ἄχθος, ὡς Ἄτλας, στερρῶς βαστάζων,
Υ πὲρ Χριστοῦ ὅλως πυρίφλεκτος λαμπὰς γέγονας,
Τ εῖνον χεῖρα κραταιάν, Σὺ τῶν ὀρθοδόξων Ἀκρώρεια,
Ο θνείας κενοφωνίας καὶ ἀθέσμους περιπλοκὰς διάλυσον,
Υ περασπιστὰ ὁρίων πατέρων ἀμεταθέτων καὶ ἱερῶν.
Π ολέμησον τοὺς πολεμοῦντάς Σε ὅτι κραταιὸς Ἄναξ εἶ,
Α δικοῦντάς Σε δίκασον καὶ ἐπιλαβοῦ ῥομφαίας καὶ δόρατος,
Ν ῦν ὑπὲρ ὁσίων ὁ ἀγὼν ὁ καλὸς καὶ νικοποιός,
Υ πὲρ τῆς Χριστοῦ Πενήτων Μεγάλης Ἐκκλησίας.
Π ασῶν Ἐκκλησιῶν Σὺ ἡ ἀλογοπράγητος κρίσις καὶ ἀμετάθετος,
Ο μίλου Ἐπισκόπων ἡ Ἔκκλητος καταφυγὴ καὶ ἀσφελεστάτη.
Λ ιμὴν ἀκύμαντος καὶ πόντος γαληνότατος καὶ οἴνωψ,
Λ ῦσον τὰς τῶν πονηρῶν ῥαδιουργίας καὶ θραῦσον λεόντων μύλας,
Α ρχὴ Σὺ καὶ Πηγὴ Ἀρχιερωσύνης τῶν ἐν τοῖς βαρβαρικοῖς
Τ ῦφον καὶ ὀφρὺν ἐπηρμένην ταχέως ταπείνωσον
Α λαλα τὰ χείλη τὰ ρυπαρὰ πρεπόντως κατάστησον.
Ε ντεινον καὶ ἀρχιεράτευε ὁ Μέγας Ἱεροθύτης καὶ Μυστάρχης,
Τ ήρησον πίστιν τὴν ἁγίαν τῶν Ὀρθοδόξων ὅτι,
Η μέρα τηλαυγὴς καὶ φωτόμορφος προφθάνει. Γένοιτο!!!
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου